Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.41 Joseph. AJ 10.45 (English) >>Joseph. AJ 10.50

10.43τὰ δὲ αὐτὰ πράττειν καὶ τὸ πλῆθος ἐδίδασκε μεμαθηκώς, οἵᾳ παρὰ μικρὸν ἐχρήσατο συμφορᾷ διὰ τὴν ἐναντίαν πολιτείαν. ἐπισκευάσας δὲ καὶ τὸν βωμὸν τὰς νομίμους θυσίας ἐπετέλει, καθὼς διέταξε Μωυσῆς. 10.44διοικησάμενος δὲ τὰ περὶ τὴν θρησκείαν ὃν δεῖ τρόπον καὶ τῆς τῶν Ἱεροσολύμων ἀσφαλείας προενόησεν, ὥστε τὰ παλαιὰ τείχη μετὰ πολλῆς ἐπισκευάσας σπουδῆς καὶ ἕτερον αὐτοῖς ἐπιβαλεῖν, ἀναστῆσαί τε καὶ πύργους ὑψηλοτάτους τά τε πρὸ τῆς πόλεως φρούρια τοῖς τʼ ἄλλοις καὶ δὴ καὶ σιτίων πάντων τῶν εἰς αὐτὰ χρησίμων ὀχυρώτερα ποιῆσαι. 10.45ἀμέλει δὲ τῇ πρὸς ταῦτα μεταβολῇ χρησάμενος οὕτω τὸν μεταξὺ διῆγε βίον, ὡς μακαριστὸς εἶναι καὶ ζηλωτὸς ἐκείνου τοῦ χρόνου λογιζομένου, ἀφʼ οὗ τὸν θεὸν εὐσεβεῖν ἤρξατο. 10.46ζήσας οὖν ἔτη ἑξήκοντα ἑπτὰ κατέστρεψε τὸν βίον βασιλεύσας ἔτη πέντε καὶ πεντήκοντα. καὶ θάπτεται μὲν αὐτὸς ἐν τοῖς αὐτοῦ παραδείσοις, βασιλεία δὲ εἰς τὸν υἱὸν αὐτοῦ παραγίνεται Ἀμμῶνα μητρὸς Ἐμασέλμης μὲν ὄνομα τετυχηκότα, ἐκ δὲ πόλεως Ἰαζαβάτης ὑπαρχούσης. 10.47

Οὗτος μιμησάμενος τὰ τοῦ πατρὸς ἔργα, νέος ὢν ἐκεῖνος ἐτόλμησεν, ἐπιβουλευθεὶς ὑπὸ τῶν ἰδίων οἰκετῶν ἀπέθανεν ἐπὶ τῆς οἰκίας τῆς αὑτοῦ βιώσας ἔτη τέσσαρα καὶ εἴκοσι, βασιλεύσας δʼ ἐξ αὐτῶν δύο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.41 Joseph. AJ 10.45 (English) >>Joseph. AJ 10.50

Powered by PhiloLogic